Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.42 Dem. 21.45 (English) >>Dem. 21.48

21.44οὐ μόνον δʼ ἐπὶ τούτων τοῖς ἐκ προαιρέσεως ὑβρισταῖς χαλεποὺς ὄντας ἰδεῖν ἔστι τοὺς νόμους, ἀλλὰ καὶ ἐφʼ ἁπάντων. τί γὰρ δή ποτʼ, ἄν τις ὀφλὼν δίκην μὴ ἐκτίνῃ, οὐκέτʼ ἐποίησʼ νόμος τὴν ἐξούλην ἰδίαν, ἀλλὰ προστιμᾶν ἐπέταξε τῷ δημοσίῳ; καὶ πάλιν τί δή ποτʼ, ἂν μὲν ἑκὼν παρʼ ἑκόντος τις λάβῃ τάλαντον ἓν δύʼ δέκα καὶ ταῦτʼ ἀποστερήσῃ, οὐδὲν αὐτῷ πρὸς τὴν πόλιν ἐστίν, ἂν δὲ μικροῦ πάνυ τιμήματος ἄξιόν τις λάβῃ, βίᾳ δὲ τοῦτʼ ἀφέληται, τὸ ἴσον τῷ δημοσίῳ προστιμᾶν οἱ νόμοι κελεύουσιν ὅσον περ δὴ τῷ ἰδιώτῃ; 21.45ὅτι πάνθʼ ὅσα τις βιαζόμενος πράττει κοίνʼ ἀδικήματα καὶ κατὰ τῶν ἔξω τοῦ πράγματος ὄντων ἡγεῖθʼ νομοθέτης· τὴν μὲν γὰρ ἰσχὺν ὀλίγων, τοὺς δὲ νόμους ἁπάντων εἶναι, καὶ τὸν μὲν πεισθέντʼ ἰδίας, τὸν δὲ βιασθέντα δημοσίας δεῖσθαι βοηθείας. διόπερ καὶ τῆς ὕβρεως αὐτῆς τὰς μὲν γραφὰς ἔδωκεν ἅπαντι τῷ βουλομένῳ, τὸ δὲ τίμημʼ ἐποίησεν ὅλον δημόσιον· τὴν γὰρ πόλιν ἡγεῖτʼ ἀδικεῖν, οὐ τὸν παθόντα μόνον, τὸν ὑβρίζειν ἐπιχειροῦντα, καὶ δίκην ἱκανὴν τὴν τιμωρίαν εἶναι τῷ παθόντι, χρήματα δʼ οὐ προσήκειν τῶν τοιούτων ἐφʼ ἑαυτῷ λαμβάνειν. 21.46καὶ τοσαύτῃ γʼ ἐχρήσαθʼ ὑπερβολῇ, ὥστε κἂν εἰς δοῦλον ὑβρίζῃ τις, ὁμοίως ἔδωκεν ὑπὲρ τούτου γραφήν. οὐ γὰρ ὅστις πάσχων ᾤετο δεῖν σκοπεῖν, ἀλλὰ τὸ πρᾶγμʼ ὁποῖόν τι τὸ γιγνόμενον· ἐπειδὴ δʼ εὗρεν οὐκ ἐπιτήδειον, μήτε πρὸς δοῦλον μήθʼ ὅλως ἐξεῖναι πράττειν ἐπέτρεψεν. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνδρες Ἀθηναῖοι, τῶν πάντων οὐδὲν ὕβρεως ἀφορητότερον, οὐδʼ ἐφʼ ὅτῳ μᾶλλον ὑμῖν ὀργίζεσθαι προσήκει. ἀνάγνωθι δʼ αὐτόν μοι λαβὼν τὸν τῆς ὕβρεως νόμον· οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.42 Dem. 21.45 (English) >>Dem. 21.48

Powered by PhiloLogic